Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.30 Joseph. AJ 1.35 (English) >>Joseph. AJ 1.39

1.33καὶ τὸν κόσμον ἓξ ταῖς πάσαις ἡμέραις Μωυσῆς καὶ πάντα τὰ ἐν αὐτῷ φησὶ γενέσθαι, τῇ δὲ ἑβδόμῃ ἀναπαύσασθαι καὶ λαβεῖν ἀπὸ τῶν ἔργων ἐκεχειρίαν, ὅθεν καὶ ἡμεῖς σχολὴν ἀπὸ τῶν πόνων κατὰ ταύτην ἄγομεν τὴν ἡμέραν προσαγορεύοντες αὐτὴν σάββατα· δηλοῖ δὲ ἀνάπαυσιν κατὰ τὴν Ἑβραίων διάλεκτον τοὔνομα. 1.34

Καὶ δὴ καὶ φυσιολογεῖν Μωυσῆς μετὰ τὴν ἑβδόμην ἤρξατο περὶ τῆς τἀνθρώπου κατασκευῆς λέγων οὕτως· ἔπλασεν θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών, καὶ πνεῦμα ἐνῆκεν αὐτῷ καὶ ψυχήν. δʼ ἄνθρωπος οὗτος Ἄδαμος ἐκλήθη· σημαίνει δὲ τοῦτο κατὰ γλῶτταν τὴν Ἑβραίων πυρρόν, ἐπειδήπερ ἀπὸ τῆς πυρρᾶς γῆς φυραθείσης ἐγεγόνει· τοιαύτη γάρ ἐστιν παρθένος γῆ καὶ ἀληθινή. 1.35παρίστησι δὲ θεὸς τῷ Ἀδάμῳ κατὰ γένη τὰ ζῷα θῆλύ τε καὶ ἄρρεν ἀποδειξάμενος καὶ τούτοις ὀνόματα τίθησιν, οἷς ἔτι καὶ νῦν καλοῦνται. βλέπων δὲ τὸν Ἄδαμον οὐκ ἔχοντα κοινωνίαν πρὸς τὸ θῆλυ καὶ συνδιαίτησιν, οὐδὲ γὰρ ἦν, ξενιζόμενον δʼ ἐπὶ τοῖς ἄλλοις ζῴοις οὕτως ἔχουσι, μίαν αὐτοῦ κοιμωμένου πλευρὰν ἐξελὼν ἐξ αὐτῆς ἔπλασε γυναῖκα. 1.36καὶ Ἄδαμος προσαχθεῖσαν αὐτὴν ἐγνώρισεν ἐξ αὑτοῦ γενομένην. ἔσσα δὲ καθʼ Ἑβραίων διάλεκτον καλεῖται γυνή, τὸ δʼ ἐκείνης ὄνομα τῆς γυναικὸς Εὔα ἦν· σημαίνει δὲ τοῦτο πάντων μητέρα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.30 Joseph. AJ 1.35 (English) >>Joseph. AJ 1.39

Powered by PhiloLogic